Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.48 Dem. 50.52 (English) >>Dem. 50.54

50.50καὶ ἐπειδὴ ἐνέβησαν οἱ ναῦται, λέγω τῷ κυβερνήτῃ ἀποπλεῖν εἰς τὴν Θάσον. ἀντιλέγοντος δὲ τοῦ Καλλίππου καὶ κελεύοντος πλεῖν εἰς τὴν Μακεδονίαν, οἷ προσέταξεν στρατηγός, ἀποκρίνεται αὐτῷ Ποσείδιππος κυβερνήτης ὅτι τριήραρχός τε ἐγὼ τῆς νεὼς εἴην καὶ ὑπεύθυνος, καὶ τὸν μισθὸν παρʼ ἐμοῦ λαμβάνοι· πλεύσοιτο οὖν οἷ ἐγὼ κελεύω, εἰς Θάσον ὡς τὸν στρατηγόν. 50.51ἀφικομένων δʼ ἡμῶν τῇ ὑστεραίᾳ εἰς τὴν Θάσον, μεταπέμπεταί με Τιμόμαχος, οὗ κατήγετο ἔξω τείχους. φοβούμενος δʼ ἐγὼ μὴ δεθείην διαβληθεὶς ὑπὸ τοῦ Καλλίππου, αὐτὸς μὲν οὐχ ὑπακούω, ἀλλὰ λέγω τῷ ὑπηρέτῃ ὅτι εἴ τι βούλοιτό μοι διαλέγεσθαι, ἐν τῇ ἀγορᾷ ἔσομαι, τὸν δὲ παῖδα συμπέμπω αὐτῷ, ἵνʼ εἴ τί μοι προστάττοι, ἀκούσας ἀπαγγείλαι μοι. 50.52διὰ μὲν ταύτας τὰς αἰτίας, ἄνδρες δικασταί, ἃς εἴρηκα πρὸς ὑμᾶς, Τιμόμαχος οὐκ ἠνάγκαζε παραλαμβάνειν τοῦτον τὴν ναῦν, ἔτι δὲ καὶ βουλόμενος αὐτὸς χρῆσθαι τῇ νηὶ ὡς ἄριστα πλεούσῃ. τὴν μὲν γὰρ τοῦ Θρασυλόχου τοῦ Ἀναγυρασίου τριήρη, ἐφʼ ἧς αὐτὸς ἔπλει, τὸν Θρασύλοχον τῷ Καλλίππῳ μισθῶσαι τὴν τριηραρχίαν ἔπεισεν, ἵνʼ αὐτοκράτωρ ὢν Κάλλιππος τῆς νεὼς ἄγοι τὸν Καλλίστρατον· αὐτὸς δʼ ἀναβὰς ἐπὶ τὴν ἐμὴν ναῦν περιέπλει πανταχοῖ, ἕως ἀφίκετο εἰς Ἑλλήσποντον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.48 Dem. 50.52 (English) >>Dem. 50.54

Powered by PhiloLogic